Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀκμαίας δὲ οὔσης τῆς ὀπώρας ἤδη καὶ πεπαινομένων
τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις.
ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ
ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων
ἀκμὴν καὶ φθίσιν: ταῦτά τοι καὶ φθινούσης ἤδη
τῆς ὀπώρας ἄγουσι τὰς κατ̓ ἐνιαυτὸν νουμηνίας.
οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ̓ αὐτοῦ τοῦ θειοτάτου
βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον
σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι
φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.