Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς φλυαρίας αὐτόν. ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται
σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν
πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ
τῆς σμικρολογίας: εἷς εἶναί μοι δοκεῖ τῶν
διαπριόντων τὸ κύμινον ὁ πρεσβύτης οὗτος.
ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος,
[p. 358]
Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς
συνεστάλη. παίζειν γὰρ οὐκ εἶχεν οὐδ̓ ἐπισκώπτειν,
μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου
τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.