Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ
τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ
βαρβάροις οὕτω φιλοσοφῆσαι: αὕτη γὰρ ἡ φιλοσοφία
κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ
δεῖσθαι οὐδ̓ ἡστινοσοῦν πραγματείας: ἀλλὰ
ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ
καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι
δεῖ μυρίας: πολυμαθία γάρ, φασί, νόον οὐ
διδάσκει: οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα
καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.