Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ
Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Αθήνας,
δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ
οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις
ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς: καὶ πλεῖν
μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ
κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον.
μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ̓
αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.