Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ
ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ
κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς
Ἱπποκλείδῃ: καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν
μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν
ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν
λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες
αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ̓ ὅπερ
διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.