Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σφριγῶν καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι
κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς
τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν
τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς
ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς δίκας
ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα.
οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται
σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν
ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ̓
ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν,
Ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.