Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὑτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας
ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος
καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς
ὠφελείας μεταλαγχάνον. ὅταν γὰρ ἡ ψυχὴ
πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς, ὅλα τὰ καθ̓ ἑαυτὴν
ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης οἶμαι τῆς
ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν
ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος
καὶ ἐμποδίζοντος: πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς
καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ πάντα τῶν
θεῶν ἐστι πλήρη: αὐτίκα μὲν αὐταῖς ἐλλάμπει
τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ
[p. 498]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.