Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς
γένηται περιφερείας, ᾗ τῆς ἰσημερίας τοὔνομά
ἐστι κατὰ τὸ ἔργον. ἐκτομὴν δὲ ἐλέγομεν εἶναι
τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς
ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας
ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν. αὐτῆς
δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν.
Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς
δυόμενα σπέρματα: ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ
γῆ. ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων
τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ
[p. 490]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.