Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ
[p. 488]
εὐαγοῦς ἐπιστήμης. ἀλλ̓ἔοικα γάρ, ὥσπερ οὐκ
ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι
μὲν καὶ καθ̓ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς
αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ
θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει
θεσμός: καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον:
ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ
κανόνας, οἶς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς
σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.