Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται.
γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται:
κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος,
ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν
ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα,
ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν
ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον,
ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς
ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.