Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτὸ γιγνώσκομεν ἤδη καὶ λόγῳ καταλαμβάνομεν;
εἶτα τίς οὕτως ἐστὶ φιλόνεικος, ὡς
τῇ φύσει μὲν ὑπάρχειν ὁμολογεῖν τοὺς ἐνύλους
λόγους, εἰ καὶ μὴ πάντας καὶ κατὰ τὸ αὐτὸ
ἐνεργείᾳ, ἀλλὰ δυνάμει γε πάντας, τῇ ψυχῇ δὲ
μὴ δοῦναι τοῦτο αὐτό; οὐκοῦν εἰ δυνάμει μὲν
ἐν τῇ φύσει καὶ οὐκ ἐνεργείᾳ τὰ εἴδη, δυνάμει
δὲ ἔτι καὶ ἐν τῇ ψυχῇ καθαρώτερον καὶ διακεκριμένως
[p. 460]
μᾶλλον, ὥστε δὴ καὶ καταλαμβάνεσθαι
καὶ γινώσκεσθαι, ἐνεργείᾳ δὲ οὐδαμοῦ:
πόθεν ἀναρτήσομεν τῆς ἀειγενεσίας τὰ πείσματα;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.