Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φησὶ Περιπατητικός τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος,
τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν
σῶμα. γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων
ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ
Θεόφραστος: ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν.
ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ
νοητὴν ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν,
ἀλλὰ φὰς οὕτω ταῦτα πεφυκέναι: χρῆν δὲ δήπουθεν
καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι
ταύτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας,
ἵστασθαι δὲ ἐπὶ αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.