Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τὰ μὲν οὖν τῆς ἱστορίας, εἰ καί τισιν ἀπίθανα
δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ,
λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων
ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ
χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ
Ῥώμῃ. καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά
τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γρᾳδίων οὐκ
ἀνεκτούς. ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν
μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, ὧν
τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.