Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ
οὐδέν; ὅπερ οἶμαι γιγνώσκων ὁ Κράτης αὐτός τε
διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν
εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα
τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν
ἐν ταῖς ἁγιστείαις. τοιούτω δὲ τὼ ἄνδρε τώδε
γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια
συνεκροτείτην οὐδ̓ ὥσπερ οἱ σοφοὶ δἰ εἰκόνων
καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην: λέγεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.