Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις
συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο
τῶν ἡλικιωτῶν.
Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς
θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν
καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε.
καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ
τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς
ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι
καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν
πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.