Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φαυλότητος γένους, κρείττων δὲ ἀρετὴ διαθέσεως
οὐ πάντη σπουδαίας. καὶ μή τις οἰέσθω τὸν
λόγον δύσεριν καὶ βίαιον εἰς τὴν συνήθειαν
ἀφορῶν τῶν ὀνομάτων: φασὶ γὰρ οἱ πολλοὶ τοὺς
ἐκ πάλαι πλουσίων εὐγενεῖς. καίτοι πῶς οὐκ
ἄτοπον μάγειρον μὲν ἢ σκυτέα καὶ ναὶ μὰ Δία
κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ
ἄλλοθέν ποθεν ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ
ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ ὄνομα,
εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.