Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπ̓ ἐρημίας, ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων.
Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ
βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα
ἅπαξ. ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο
τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ
τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις
ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν
ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ
ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης: τὸ
φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.