Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη:
ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ̓ αὐτῷ
κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν:
οὐ ταῦτα ἐπαινοῦντα οὐδὲ εὐδαίμονας καὶ μακαρίους
ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους
χώραν, πλεῖστα δ̓ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς
μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους
βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους
καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι
διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.