Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ
ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου
τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον
τεῖχος εἰργάζετο: ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν
ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ
ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ
τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη
λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον
ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων
ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.