Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον
περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν
φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ
ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος
[p. 172]
ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν
οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι
προσήλαυνον καὶ οὐδὲν ἐπ̓ αὐτοὺς ἐκ τοῦ τείχους
ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ
κατ̓ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους
ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.