Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θεατὰς ἄγων τὸ στράτευμα μόνον ἄμαχον καὶ
ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα
μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς
πάντας φωνῇ καὶ σχήματι καὶ τῶν
ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι
τῆς παρατάξεως καὶ ἐπὶ τοῦ Σκαμάνδρου ταῖς
ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ
διαφυγόντες. ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος
καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν
μύθοις τὴν ποίησιν δεκάζει τοὺς κριτὰς
καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.