Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ
ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ
τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον.
ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ
ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν
τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος,
ἀλλ̓ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν
δημιουργεῖ πρὸς τὴν Ἀρετὴν διαμιλλωμένην καὶ
ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι
ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.