Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος
εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν
ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν
ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ
θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ
τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος
εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς
φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ
τὸν παῖδα: ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ
οὔτε τῶν ποιμνίων: στρατηγίαν δὲ ἢ δημηγορίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.