Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ληγούσης ἤδη τῆς ὀπώρας, ἆῤ ἐνταῦθα τὴν
διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος
ἀποδοῦναι τῶν ἔργων τοῖς ποθοῦσιν ἄξιον;
ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τῆν
τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ
καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας: ἄδεια δὲ
πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου,
πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει:
ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα
καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.