previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, δὲ μετὰ τὴν μονάδα πρῶτος , μέγιστος ὑπ᾽ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν ὑπαρχόντων ἐν τοῖς ἀνάλογον ἀριθμοῖς.
5

ἔστωσαν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, Δ, δὲ μετὰ τὴν μονάδα Α πρῶτος ἔστω: λέγω, ὅτι μέγιστος αὐτῶν Δ ὑπ᾽ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ.

εἰ γὰρ δυνατόν, μετρείσθω ὑπὸ τοῦ Ε, καὶ Ε μηδενὶ
10τῶν Α, Β, Γ ἔστω αὐτός. φανερὸν δή, ὅτι Ε πρῶτος οὔκ ἐστιν. εἰ γὰρ Ε πρῶτός ἐστι καὶ μετρεῖ τὸν Δ, καὶ τὸν Α μετρήσει πρῶτον ὄντα μὴ ὢν αὐτῷ αὐτός: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα Ε πρῶτός ἐστιν. σύνθετος ἄρα. πᾶς δὲ σύνθετος ἀριθμὸς ὑπὸ πρώτου τινὸς ἀριθμοῦ
15μετρεῖται: Ε ἄρα ὑπὸ πρώτου τινὸς ἀριθμοῦ μετρεῖται. λέγω δή, ὅτι ὑπ᾽ οὐδενὸς ἄλλου πρώτου μετρηθήσεται πλὴν τοῦ Α. εἰ γὰρ ὑφ᾽ ἑτέρου μετρεῖται Ε, δὲ Ε τὸν Δ μετρεῖ, κἀκεῖνος ἄρα τὸν Δ μετρήσει: ὥστε καὶ τὸν Α μετρήσει πρῶτον ὄντα μὴ ὢν αὐτῷ αὐτός: ὅπερ
20ἐστὶν ἀδύνατον. Α ἄρα τὸν Ε μετρεῖ. καὶ ἐπεὶ Ε τὸν Δ μετρεῖ, μετρείτω αὐτὸν κατὰ τὸν Ζ. λέγω, ὅτι Ζ οὐδενὶ τῶν Α, Β, Γ ἐστιν αὐτός. εἰ γὰρ Ζ ἑνὶ τῶν Α, Β, Γ ἐστιν αὐτὸς καὶ μετρεῖ τὸν Δ κατὰ τὸν Ε, καὶ εἷς ἄρα τῶν Α, Β, Γ τὸν Δ μετρεῖ κατὰ τὸν Ε. ἀλλὰ εἷς
25τῶν Α, Β, Γ τὸν Δ μετρεῖ κατά τινα τῶν Α, Β, Γ: καὶ Ε ἄρα ἑνὶ τῶν Α, Β, Γ ἐστιν αὐτός: ὅπερ οὐχ ὑπόκειται. οὐκ ἄρα Ζ ἑνὶ τῶν Α, Β, Γ ἐστιν αὐτός. ὁμοίως δὴ δείξομεν, ὅτι μετρεῖται Ζ ὑπὸ τοῦ Α, δεικνύντες πάλιν,
25ὅτι Ζ οὔκ ἐστι πρῶτος. εἰ γάρ, καὶ μετρεῖ τὸν Δ, καὶ τὸν
30α μετρήσει πρῶτον ὄντα μὴ ὢν αὐτῷ αὐτός: ὅπερ ἐστὶν ἀδύνατον: οὐκ ἄρα πρῶτός ἐστιν Ζ: σύνθετος ἄρα. ἅπας δὲ σύνθετος ἀριθμὸς ὑπὸ πρώτου τινὸς ἀριθμοῦ μετρεῖται: Ζ ἄρα ὑπὸ πρώτου τινὸς ἀριθμοῦ μετρεῖται. λέγω δή, ὅτι ὑφ᾽ ἑτέρου πρώτου οὐ μετρηθήσεται πλὴν τοῦ
35α. εἰ γὰρ ἕτερός τις πρῶτος τὸν Ζ μετρεῖ, δὲ Ζ τὸν Δ μετρεῖ, κἀκεῖνος ἄρα τὸν Δ μετρήσει: ὥστε καὶ τὸν Α μετρήσει πρῶτον ὄντα μὴ ὢν αὐτῷ αὐτός: ὅπερ ἐστὶν ἀδύνατον. Α ἄρα τὸν Ζ μετρεῖ. καὶ ἐπεὶ Ε τὸν Δ μετρεῖ κατὰ τὸν Ζ, Ε ἄρα τὸν Ζ πολλαπλασιάσας τὸν Δ
40πεποίηκεν. ἀλλὰ μὴν καὶ Α τὸν Γ πολλαπλασιάσας τὸν Δ πεποίηκεν: ἄρα ἐκ τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἐκ τῶν Ε, Ζ. ἀνάλογον ἄρα ἐστὶν ὡς Α πρὸς τὸν Ε, οὕτως Ζ πρὸς τὸν Γ. δὲ Α τὸν Ε μετρεῖ: καὶ Ζ ἄρα τὸν Γ μετρεῖ. μετρείτω αὐτὸν κατὰ τὸν Η. ὁμοίως δὴ δείξομεν,
45ὅτι Η οὐδενὶ τῶν Α, Β ἐστιν αὐτός, καὶ ὅτι μετρεῖται ὑπὸ τοῦ Α. καὶ ἐπεὶ Ζ τὸν Γ μετρεῖ κατὰ τὸν Η, Ζ ἄρα τὸν Η πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ἀλλὰ μὴν καὶ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν: ἄρα ἐκ τῶν Α, Β ἴσος ἐστὶ τῷ ἐκ τῶν Ζ, Η. ἀνάλογον ἄρα ὡς
50 Α πρὸς τὸν Ζ, Η πρὸς τὸν Β. μετρεῖ δὲ Α τὸν Ζ: μετρεῖ ἄρα καὶ Η τὸν Β. μετρείτω αὐτὸν κατὰ τὸν Θ. ὁμοίως δὴ δείξομεν, ὅτι Θ τῷ Α οὐκ ἔστιν αὐτός. καὶ ἐπεὶ Η τὸν Β μετρεῖ κατὰ τὸν Θ, Η ἄρα τὸν Θ πολλαπλασιάσας τὸν Β πεποίηκεν. ἀλλὰ μὴν καὶ Α
55ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν: ἄρα ὑπὸ Θ, Η ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Α τετραγώνῳ. ἔστιν ἄρα ὡς Θ πρὸς τὸν Α, Α πρὸς τὸν Η. μετρεῖ δὲ Α τὸν Η: μετρεῖ ἄρα καὶ Θ τὸν Α πρῶτον ὄντα μὴ ὢν αὐτῷ αὐτός: ὅπερ ἄτοπον. οὐκ ἄρα μέγιστος Δ ὑπὸ ἑτέρου
60ἀριθμοῦ μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: