previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



οἱ ἐπίπεδοι ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσι τὸν συγκείμενον ἐκ τῶν πλευρῶν.

ἔστωσαν ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευραὶ ἔστωσαν οἱ Γ, Δ ἀριθμοί, τοῦ δὲ Β οἱ Ε, Ζ: λέγω,
5ὅτι Α πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν.

λόγων γὰρ δοθέντων τοῦ τε ὃν ἔχει Γ πρὸς τὸν Ε καὶ
10 Δ πρὸς τὸν Ζ εἰλήφθωσαν ἀριθμοὶ ἑξῆς ἐλάχιστοι ἐν τοῖς ΓΕ, ΔΖ λόγοις, οἱ Η, Θ, Κ, ὥστε εἶναι ὡς μὲν τὸν Γ πρὸς τὸν Ε, οὕτως τὸν Η πρὸς τὸν
15θ, ὡς δὲ τὸν Δ πρὸς τὸν Ζ, οὕτως τὸν Θ πρὸς τὸν Κ. καὶ Δ τὸν Ε πολλαπλασιάσας τὸν Λ ποιείτω.

καὶ ἐπεὶ Δ τὸν μὲν Γ πολλαπλασιάσας τὸν Α πεποίηκεν, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Ε, οὕτως Α πρὸς τὸν Λ. ὡς
20δὲ Γ πρὸς τὸν Ε, οὕτως Η πρὸς τὸν Θ: καὶ ὡς ἄρα Η πρὸς τὸν Θ, οὕτως Α πρὸς τὸν Λ. πάλιν, ἐπεὶ Ε τὸν Δ πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Ζ πολλαπλασιάσας τὸν Β πεποίηκεν, ἔστιν ἄρα ὡς Δ πρὸς τὸν Ζ, οὕτως Λ πρὸς τὸν Β. ἀλλ᾽ ὡς Δ πρὸς τὸν
25Ζ, οὕτως Θ πρὸς τὸν Κ: καὶ ὡς ἄρα Θ πρὸς τὸν Κ, οὕτως Λ πρὸς τὸν Β. ἐδείχθη δὲ καὶ ὡς Η πρὸς τὸν Θ, οὕτως Α πρὸς τὸν Λ: δι᾽ ἴσου ἄρα ἐστὶν ὡς Η πρὸς τὸν Κ, οὕτως Α πρὸς τὸν Β, δὲ Η πρὸς τὸν Κ λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν: καὶ Α ἄρα
30πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: