previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἂν ἐπιτάξῃ τις, ἐν τῷ δοθέντι λόγῳ.

ἔστω δοθεὶς λόγος ἐν ἐλαχίστοις ἀριθμοῖς τοῦ Α πρὸς τὸν Β: δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους,
5ὅσους ἄν τις ἐπιτάξῃ, ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ.

Ἐπιτετάχθωσαν δὴ τέσσαρες, καὶ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Γ ποιείτω, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ ποιείτω, καὶ ἔτι Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε ποιείτω, καὶ ἔτι Α τοὺς Γ, Δ, Ε πολλαπλασιάσας τοὺς
10Ζ, Η, Θ ποιείτω, δὲ Β τὸν Ε πολλαπλασιάσας τὸν Κ ποιείτω.

καὶ ἐπεὶ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Γ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β, οὕτως Γ πρὸς τὸν Δ.
15πάλιν, ἐπεὶ μὲν Α τὸν Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, δὲ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ἑκάτερος ἄρα τῶν Α, Β τὸν Β πολλαπλασιάσας ἑκάτερον τῶν Δ, Ε πεποίηκεν. ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β, οὕτως Δ πρὸς τὸν Ε. ἀλλ᾽ ὡς Α πρὸς τὸν Β, Γ πρὸς τὸν Δ:
20καὶ ὡς ἄρα Γ πρὸς τὸν Δ, Δ πρὸς τὸν Ε. καὶ ἐπεὶ Α τοὺς Γ, Δ πολλαπλασιάσας τοὺς Ζ, Η πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Δ, οὕτως Ζ πρὸς τὸν Η. ὡς δὲ Γ πρὸς τὸν Δ, οὕτως ἦν Α πρὸς τὸν Β: καὶ ὡς ἄρα Α πρὸς τὸν Β, Ζ πρὸς τὸν Η. πάλιν, ἐπεὶ Α τοὺς Δ, Ε
25πολλαπλασιάσας τοὺς Η, Θ πεποίηκεν, ἔστιν ἄρα ὡς Δ πρὸς τὸν Ε, Η πρὸς τὸν Θ. ἀλλ᾽ ὡς Δ πρὸς τὸν Ε, Α πρὸς τὸν Β. καὶ ὡς ἄρα Α πρὸς τὸν Β, οὕτως Η πρὸς τὸν Θ. καὶ ἐπεὶ οἱ Α, Β τὸν Ε πολλαπλασιάσαντες τοὺς Θ, Κ πεποιήκασιν, ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β,
30οὕτως Θ πρὸς τὸν Κ. ἀλλ᾽ ὡς Α πρὸς τὸν Β, οὕτως τε Ζ πρὸς τὸν Η καὶ Η πρὸς τὸν Θ. καὶ ὡς ἄρα Ζ πρὸς τὸν Η, οὕτως τε Η πρὸς τὸν Θ καὶ Θ πρὸς τὸν Κ: οἱ Γ, Δ, Ε ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι.
35ἐπεὶ γὰρ οἱ Α, Β ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ δὲ ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων πρῶτοι πρὸς ἀλλήλους εἰσίν, οἱ Α, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἑκάτερος μὲν τῶν Α, Β ἑαυτὸν πολλαπλασιάσας ἑκάτερον τῶν Γ, Ε πεποίηκεν, ἑκάτερον
40δὲ τῶν Γ, Ε πολλαπλασιάσας ἑκάτερον τῶν Ζ, Κ πεποίηκεν: οἱ Γ, Ε ἄρα καὶ οἱ Ζ, Κ πρῶτοι πρὸς ἀλλήλους εἰσίν. ἐὰν δὲ ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ δὲ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. οἱ Γ, Δ, Ε
45ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β: ὅπερ ἔδει δεῖξαι.

Πόρισμα

ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι ὦσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς,
50οἱ ἄκροι αὐτῶν τετράγωνοί εἰσιν, ἐὰν δὲ τέσσαρες, κύβοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: