previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο ὁμοίων ἐπιπέδων ἀριθμῶν εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός: καὶ ἐπίπεδος πρὸς τὸν ἐπίπεδον διπλασίονα λόγον ἔχει ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν.
5

ἔστωσαν δύο ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευραὶ ἔστωσαν οἱ Γ, Δ ἀριθμοί, τοῦ δὲ Β οἱ Ε, Ζ. καὶ ἐπεὶ ὅμοιοι ἐπίπεδοί εἰσιν οἱ ἀνάλογον ἔχοντες τὰς πλευράς, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Δ, οὕτως Ε πρὸς τὸν Ζ. λέγω οὖν, ὅτι τῶν Α, Β εἷς μέσος ἀνάλογόν
10ἐστιν ἀριθμός, καὶ Α πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ Γ πρὸς τὸν Ε Δ πρὸς τὸν Ζ, τουτέστιν ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν.

καὶ ἐπεί ἐστιν ὡς Γ πρὸς τὸν Δ, οὕτως Ε πρὸς τὸν Ζ, ἐναλλὰξ ἄρα ἐστὶν ὡς Γ πρὸς τὸν Ε, Δ πρὸς τὸν Ζ.
15καὶ ἐπεὶ ἐπίπεδός ἐστιν Α, πλευραὶ δὲ αὐτοῦ οἱ Γ, Δ, Δ ἄρα τὸν Γ πολλαπλασιάσας τὸν Α πεποίηκεν. διὰ τὰ αὐτὰ δὴ καὶ Ε τὸν Ζ πολλαπλασιάσας τὸν Β πεποίηκεν. Δ δὴ τὸν Ε πολλαπλασιάσας τὸν Η ποιείτω. καὶ ἐπεὶ Δ τὸν μὲν Γ πολλαπλασιάσας τὸν Α πεποίηκεν,
20τὸν δὲ Ε πολλαπλασιάσας τὸν Η πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Ε, οὕτως Α πρὸς τὸν Η. ἀλλ᾽ ὡς Γ πρὸς τὸν Ε, οὕτως Δ πρὸς τὸν Ζ: καὶ ὡς ἄρα Δ πρὸς τὸν Ζ, οὕτως Α πρὸς τὸν Η. πάλιν, ἐπεὶ Ε τὸν μὲν Δ πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Ζ
25πολλαπλασιάσας τὸν Β πεποίηκεν, ἔστιν ἄρα ὡς Δ πρὸς τὸν Ζ, οὕτως Η πρὸς τὸν Β. ἐδείχθη δὲ καὶ ὡς Δ πρὸς τὸν Ζ, οὕτως Α πρὸς τὸν Η: καὶ ὡς ἄρα Α πρὸς τὸν Η, οὕτως Η πρὸς τὸν Β. οἱ Α, Η, Β ἄρα ἑξῆς ἀνάλογόν εἰσιν. τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός.
30

λέγω δή, ὅτι καὶ Α πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, τουτέστιν ἤπερ Γ πρὸς τὸν Ε Δ πρὸς τὸν Ζ. ἐπεὶ γὰρ οἱ Α, Η, Β ἑξῆς ἀνάλογόν εἰσιν, Α πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ πρὸς τὸν Η. καί ἐστιν ὡς Α πρὸς
35τὸν Η, οὕτως τε Γ πρὸς τὸν Ε καὶ Δ πρὸς τὸν Ζ. καὶ Α ἄρα πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ Γ πρὸς τὸν Ε Δ πρὸς τὸν Ζ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: