previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρη , καὶ ἕτερος ἑτέρου τὰ αὐτὰ μέρη , καὶ συναμφότερος συναμφοτέρου τὰ αὐτὰ μέρη ἔσται, ὅπερ εἷς τοῦ ἑνός.

ἀριθμὸς γὰρ ΑΒ ἀριθμοῦ τοῦ Γ μέρη ἔστω, καὶ
5ἕτερος ΔΕ ἑτέρου τοῦ Ζ τὰ αὐτὰ μέρη, ἅπερ ΑΒ τοῦ Γ: λέγω, ὅτι καὶ συναμφότερος ΑΒ, ΔΕ συναμφοτέρου τοῦ Γ, Ζ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ΑΒ τοῦ Γ.

ἐπεὶ γάρ, μέρη ἐστὶν ΑΒ τοῦ Γ, τὰ αὐτὰ μέρη καὶ ΔΕ τοῦ Ζ, ὅσα ἄρα ἐστὶν ἐν τῷ ΑΒ μέρη τοῦ Γ, τοσαῦτά
10ἐστι καὶ ἐν τῷ ΔΕ μέρη τοῦ Ζ. διῃρήσθω μὲν ΑΒ εἰς τὰ τοῦ Γ μέρη τὰ ΑΗ, ΗΒ, δὲ ΔΕ εἰς τὰ τοῦ Ζ μέρη τὰ ΔΘ, ΘΕ: ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΑΗ, ΗΒ τῷ πλήθει τῶν ΔΘ, ΘΕ. καὶ ἐπεί, μέρος ἐστὶν ΑΗ τοῦ Γ,
15τὸ αὐτὸ μέρος ἐστὶ καὶ ΔΘ τοῦ Ζ, ἄρα μέρος ἐστὶν ΑΗ τοῦ Γ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ συναμφότερος ΑΗ, ΔΘ συναμφοτέρου τοῦ Γ, Ζ. διὰ τὰ αὐτὰ δὴ καὶ μέρος ἐστὶν ΗΒ τοῦ Γ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ συναμφότερος
20ΗΒ, ΘΕ συναμφοτέρου τοῦ Γ, Ζ. ἄρα μέρη ἐστὶν ΑΒ τοῦ Γ, τὰ αὐτὰ μέρη ἐστὶ καὶ συναμφότερος ΑΒ, ΔΕ συναμφοτέρου τοῦ Γ, Ζ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: