previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν δύο ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσί τινας, οἱ γενόμενοι ἐξ αὐτῶν ἴσοι ἀλλήλοις ἔσονται.

ἔστωσαν δύο ἀριθμοὶ οἱ Α, Β, καὶ μὲν Α τὸν Β πολλαπλασιάσας
5τὸν Γ ποιείτω, δὲ Β τὸν Α πολλαπλασιάσας τὸν Δ ποιείτω: λέγω, ὅτι ἴσος ἐστὶν Γ τῷ Δ.

ἐπεὶ γὰρ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν,
10 Β ἄρα τὸν Γ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας. μετρεῖ δὲ καὶ Ε μονὰς τὸν Α ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας: ἰσάκις ἄρα Ε μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ Β τὸν Γ. ἐναλλὰξ ἄρα ἰσάκις Ε μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ Α τὸν Γ. πάλιν, ἐπεὶ Β τὸν Α πολλαπλασιάσας
15τὸν Δ πεποίηκεν, Α ἄρα τὸν Δ μετρεῖ κατὰ τὰς ἐν τῷ Β μονάδας. μετρεῖ δὲ καὶ Ε μονὰς τὸν Β κατὰ τὰς ἐν αὐτῷ μονάδας: ἰσάκις ἄρα Ε μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ Α τὸν Δ. ἰσάκις δὲ Ε μονὰς τὸν Β ἀριθμὸν ἐμέτρει καὶ Α τὸν Γ: ἰσάκις ἄρα Α ἑκάτερον
20τῶν Γ, Δ μετρεῖ. ἴσος ἄρα ἐστὶν Γ τῷ Δ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: