previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο ἀριθμῶν ἀνίσων ἐκκειμένων, ἀνθυφαιρουμένου δὲ ἀεὶ τοῦ ἐλάσσονος ἀπὸ τοῦ μείζονος, ἐὰν λειπόμενος μηδέποτε καταμετρῇ τὸν πρὸ ἑαυτοῦ, ἕως οὗ λειφθῇ μονάς, οἱ ἐξ ἀρχῆς ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ἔσονται.
5

δύο γὰρ ἀνίσων ἀριθμῶν τῶν ΑΒ, ΓΔ ἀνθυφαιρουμένου ἀεὶ τοῦ ἐλάσσονος ἀπὸ τοῦ μείζονος λειπόμενος μηδέποτε καταμετρείτω τὸν πρὸ ἑαυτοῦ, ἕως οὗ λειφθῇ μονάς: λέγω, ὅτι οἱ ΑΒ, ΓΔ πρῶτοι πρὸς
10ἀλλήλους εἰσίν, τουτέστιν ὅτι τοὺς ΑΒ, ΓΔ μονὰς μόνη μετρεῖ.

εἰ γὰρ μή εἰσιν οἱ ΑΒ, ΓΔ πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τις αὐτοὺς ἀριθμός. μετρείτω, καὶ ἔστω Ε: καὶ μὲν ΓΔ τὸν ΒΖ μετρῶν λειπέτω ἑαυτοῦ ἐλάσσονα
15τὸν ΖΑ, δὲ ΑΖ τὸν ΔΗ μετρῶν λειπέτω ἑαυτοῦ ἐλάσσονα τὸν ΗΓ, δὲ ΗΓ τὸν ΖΘ μετρῶν λειπέτω μονάδα τὴν ΘΑ.

ἐπεὶ οὖν Ε τὸν ΓΔ μετρεῖ, δὲ ΓΔ τὸν ΒΖ μετρεῖ καὶ Ε ἄρα τὸν ΒΖ μετρεῖ: μετρεῖ δὲ καὶ ὅλον τὸν ΒΑ:
20καὶ λοιπὸν ἄρα τὸν ΑΖ μετρήσει. δὲ ΑΖ τὸν ΔΗ μετρεῖ: καὶ Ε ἄρα τὸν ΔΗ μετρεῖ: μετρεῖ δὲ καὶ ὅλον τὸν ΔΓ: καὶ λοιπὸν ἄρα τὸν ΓΗ μετρήσει. δὲ ΓΗ τὸν ΖΘ μετρεῖ: καὶ Ε ἄρα τὸν ΖΘ μετρεῖ: μετρεῖ δὲ καὶ ὅλον τὸν ΖΑ: καὶ λοιπὴν ἄρα τὴν ΑΘ μονάδα μετρήσει
25ἀριθμὸς ὤν: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τοὺς ΑΒ, ΓΔ ἀριθμοὺς μετρήσει τις ἀριθμός: οἱ ΑΒ, ΓΔ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: