previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην ἄκρον καὶ μέσον λόγον τεμεῖν.

ἔστω δοθεῖσα εὐθεῖα πεπερασμένη ΑΒ: δεῖ δὴ τὴν ΑΒ εὐθεῖαν ἄκρον καὶ μέσον λόγον τεμεῖν.
5

Ἀναγεγράφθω ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΒΓ, καὶ παραβεβλήσθω παρὰ τὴν ΑΓ τῇ ΒΓ ἴσον παραλληλόγραμμον τὸ ΓΔ ὑπερβάλλον εἴδει τῷ ΑΔ ὁμοίῳ τῷ ΒΓ.

τετράγωνον δέ ἐστι τὸ ΒΓ: τετράγωνον ἄρα ἐστὶ καὶ
10τὸ ΑΔ. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΒΓ τῷ ΓΔ, κοινὸν ἀφῃρήσθω τὸ ΓΕ: λοιπὸν ἄρα τὸ ΒΖ λοιπῷ τῷ ΑΔ ἐστιν ἴσον. ἔστι δὲ αὐτῷ καὶ ἰσογώνιον: τῶν ΒΖ, ΑΔ ἄρα ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας: ἔστιν ἄρα ὡς ΖΕ πρὸς τὴν ΕΔ, οὕτως ΑΕ πρὸς τὴν ΕΒ.
15ἴση δὲ μὲν ΖΕ τῇ ΑΒ, δὲ ΕΔ τῇ ΑΕ. ἔστιν ἄρα ὡς ΒΑ πρὸς τὴν ΑΕ, οὕτως ΑΕ πρὸς τὴν ΕΒ. μείζων δὲ ΑΒ τῆς ΑΕ: μείζων ἄρα καὶ ΑΕ τῆς ΕΒ.

ἄρα ΑΒ εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Ε, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστι τὸ ΑΕ:
20ὅπερ ἔδει ποιῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: