previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



παντὸς παραλληλογράμμου τὰ περὶ τὴν διάμετρον παραλληλόγραμμα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις.

ἔστω παραλληλόγραμμον τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ΑΓ, περὶ δὲ τὴν ΑΓ παραλληλόγραμμα ἔστω
5τὰ ΕΗ, ΘΚ: λέγω, ὅτι ἑκάτερον τῶν ΕΗ, ΘΚ παραλληλογράμμων ὅμοιόν ἐστι ὅλῳ τῷ ΑΒΓΔ καὶ ἀλλήλοις.

ἐπεὶ γὰρ τριγώνου τοῦ ΑΒΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΓ ἦκται ΕΖ, ἀνάλογόν ἐστιν ὡς
10ΒΕ πρὸς τὴν ΕΑ, οὕτως, ΓΖ πρὸς τὴν ΖΑ. πάλιν, ἐπεὶ τριγώνου τοῦ ΑΓΔ παρὰ μίαν τὴν ΓΔ ἦκται ΖΗ, ἀνάλογόν ἐστιν ὡς ΓΖ πρὸς τὴν ΖΑ, οὕτως ΔΗ πρὸς τὴν ΗΑ. ἀλλ᾽
15ὡς ΓΖ πρὸς τὴν ΖΑ, οὕτως ἐδείχθη καὶ ΒΕ πρὸς τὴν ΕΑ: καὶ ὡς ἄρα ΒΕ πρὸς τὴν ΕΑ, οὕτως ΔΗ πρὸς τὴν ΗΑ, καὶ συνθέντι ἄρα ὡς ΒΑ πρὸς ΑΕ, οὕτως ΔΑ πρὸς ΑΗ, καὶ ἐναλλὰξ ὡς ΒΑ πρὸς τὴν ΑΔ, οὕτως ΕΑ πρὸς τὴν ΑΗ. τῶν ἄρα ΑΒΓΔ, ΕΗ παραλληλογράμμων
20ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὴν κοινὴν γωνίαν τὴν ὑπὸ ΒΑΔ. καὶ ἐπεὶ παράλληλός ἐστιν ΗΖ τῇ ΔΓ, ἴση ἐστὶν μὲν ὑπὸ ΑΖΗ γωνία τῇ ὑπὸ ΔΓΑ: καὶ κοινὴ τῶν δύο τριγώνων τῶν ΑΔΓ, ΑΗΖ ὑπὸ ΔΑΓ γωνία: ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΔΓ τρίγωνον
25τῷ ΑΗΖ τριγώνῳ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΑΓΒ τρίγωνον ἰσογώνιόν ἐστι τῷ ΑΖΕ τριγώνῳ, καὶ ὅλον τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΗ παραλληλογράμμῳ ἰσογώνιόν ἐστιν. ἀνάλογον ἄρα ἐστὶν ὡς ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ΑΗ πρὸς τὴν ΗΖ, ὡς δὲ ΔΓ πρὸς τὴν ΓΑ, οὕτως
30ΗΖ πρὸς τὴν ΖΑ, ὡς δὲ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως ΑΖ πρὸς τὴν ΖΕ, καὶ ἔτι ὡς ΓΒ πρὸς τὴν ΒΑ, οὕτως ΖΕ πρὸς τὴν ΕΑ. καὶ ἐπεὶ ἐδείχθη ὡς μὲν ΔΓ πρὸς τὴν ΓΑ, οὕτως ΗΖ πρὸς τὴν ΖΑ, ὡς δὲ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως ΑΖ πρὸς τὴν ΖΕ, δι᾽ ἴσου ἄρα ἐστὶν ὡς
35ΔΓ πρὸς τὴν ΓΒ, οὕτως ΗΖ πρὸς τὴν ΖΕ. τῶν ἄρα ΑΒΓΔ, ΕΗ παραλληλογράμμων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας: ὅμοιον ἄρα ἐστὶ τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΗ παραλληλογράμμῳ. διὰ τὰ αὐτὰ δὴ τὸ ΑΒΓΔ παραλληλόγραμμον καὶ τῷ ΚΘ
40παραλληλογράμμῳ ὅμοιόν ἐστιν: ἑκάτερον ἄρα τῶν ΕΗ, ΘΚ παραλληλογράμμων τῷ ΑΒΓΔ παραλληλογράμμῳ ὅμοιόν ἐστιν. τὰ δὲ τῷ αὐτῷ εὐθυγράμμῳ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια: καὶ τὸ ΕΗ ἄρα παραλληλόγραμμον τῷ ΘΚ παραλληλογράμμῳ ὅμοιόν ἐστιν.
45

παντὸς ἄρα παραλληλογράμμου τὰ περὶ τὴν διάμετρον παραλληλόγραμμα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: