previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου.

ἔστω κύκλος ΑΒΓ, καὶ ἐπὶ τῆς περιφερείας αὐτοῦ
5εἰλήφθω δύο τυχόντα σημεῖα τὰ Α, Β: λέγω, ὅτι ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου.

μὴ γάρ, ἀλλ᾽ εἰ δυνατόν, πιπτέτω ἐκτὸς ὡς ΑΕΒ, καὶ εἰλήφθω τὸ κέντρον τοῦ ΑΒΓ κύκλου, καὶ ἔστω τὸ
10δ, καὶ ἐπεζεύχθωσαν αἱ ΔΑ, ΔΒ, καὶ διήχθω ΔΖΕ.

ἐπεὶ οὖν ἴση ἐστὶν ΔΑ τῇ ΔΒ, ἴση ἄρα καὶ γωνία ὑπὸ ΔΑΕ τῇ ὑπὸ ΔΒΕ: καὶ ἐπεὶ τριγώνου τοῦ ΔΑΕ μία πλευρὰ προσεκβέβληται ΑΕΒ,
15μείζων ἄρα ὑπὸ ΔΕΒ γωνία τῆς ὑπὸ ΔΑΕ. ἴση δὲ ὑπὸ ΔΑΕ τῇ ὑπὸ ΔΒΕ: μείζων ἄρα ὑπὸ ΔΕΒ τῆς ὑπὸ ΔΒΕ. ὑπὸ δὲ τὴν μείζονα γωνίαν μείζων πλευρὰ ὑποτείνει: μείζων ἄρα ΔΒ τῆς ΔΕ. ἴση δὲ
20ΔΒ τῇ ΔΖ. μείζων ἄρα ΔΖ τῆς ΔΕ ἐλάττων τῆς μείζονος: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπιζευγνυμένη εὐθεῖα ἐκτὸς πεσεῖται τοῦ κύκλου. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ἐπ᾽ αὐτῆς τῆς περιφερείας: ἐντὸς ἄρα.
25

ἐὰν ἄρα κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: