previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν τοῦ ἑξαγώνου πλευρὰ καὶ τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων συντεθῶσιν, ὅλη εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν τοῦ ἑξαγώνου πλευρά.
5

ἔστω κύκλος ΑΒΓ, καὶ τῶν εἰς τὸν ΑΒΓ κύκλον ἐγγραφομένων σχημάτων, δεκαγώνου μὲν ἔστω πλευρὰ ΒΓ, ἑξαγώνου δὲ ΓΔ, καὶ ἔστωσαν ἐπ᾽ εὐθείας: λέγω, ὅτι ὅλη εὐθεῖα ΒΔ ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν ΓΔ.
10

εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Ε σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΕΒ, ΕΓ, ΕΔ, καὶ διήχθω ΒΕ ἐπὶ τὸ Α. ἐπεὶ δεκαγώνου ἰσοπλεύρου πλευρά ἐστιν ΒΓ, πενταπλασίων ἄρα ΑΓΒ περιφέρεια τῆς ΒΓ περιφερείας: τετραπλασίων ἄρα ΑΓ περιφέρεια τῆς ΓΒ. ὡς δὲ ΑΓ
15περιφέρεια πρὸς τὴν ΓΒ, οὕτως ὑπὸ ΑΕΓ γωνία πρὸς τὴν ὑπὸ ΓΕΒ: τετραπλασίων ἄρα ὑπὸ ΑΕΓ τῆς ὑπὸ ΓΕΒ. καὶ ἐπεὶ ἴση ὑπὸ ΕΒΓ γωνία τῇ ὑπὸ ΕΓΒ, ἄρα ὑπὸ ΑΕΓ γωνία διπλασία ἐστὶ τῆς ὑπὸ ΕΓΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ΕΓ εὐθεῖα τῇ ΓΔ: ἑκατέρα γὰρ αὐτῶν
20ἴση ἐστὶ τῇ τοῦ ἑξαγώνου πλευρᾷ τοῦ εἰς τὸν ΑΒΓ κύκλον ἐγγραφομένου: ἴση ἐστὶ καὶ ὑπὸ ΓΕΔ γωνία τῇ ὑπὸ ΓΔΕ γωνίᾳ: διπλασία ἄρα ὑπὸ ΕΓΒ γωνία τῆς ὑπὸ ΕΔΓ. ἀλλὰ τῆς ὑπὸ ΕΓΒ διπλασία ἐδείχθη ὑπὸ ΑΕΓ: τετραπλασία ἄρα ὑπὸ ΑΕΓ τῆς ὑπὸ ΕΔΓ. ἐδείχθη δὲ
25καὶ τῆς ὑπὸ ΒΕΓ τετραπλασία ὑπὸ ΑΕΓ: ἴση ἄρα ὑπὸ ΕΔΓ τῇ ὑπὸ ΒΕΓ. κοινὴ δὲ τῶν δύο τριγώνων, τοῦ τε ΒΕΓ καὶ τοῦ ΒΕΔ, ὑπὸ ΕΒΔ γωνία: καὶ λοιπὴ ἄρα ὑπὸ ΒΕΔ τῇ ὑπὸ ΕΓΒ ἐστιν ἴση: ἰσογώνιον ἄρα ἐστὶ τὸ ΕΒΔ τρίγωνον τῷ ΕΒΓ τριγώνῳ. ἀνάλογον ἄρα ἐστὶν
30ὡς ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ΕΒ πρὸς τὴν ΒΓ. ἴση δὲ ΕΒ τῇ ΓΔ. ἔστιν ἄρα ὡς ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ΔΓ πρὸς τὴν ΓΒ. μείζων δὲ ΒΔ τῆς ΔΓ: μείζων ἄρα καὶ ΔΓ τῆς ΓΒ. ΒΔ ἄρα εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Γ, καὶ τὸ μεῖζον τμῆμα αὐτῆς
35ἐστιν ΔΓ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: