previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΑΛΑΓΓΙΑ

Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων.

ΦΑΛΗΡΟΝ

Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ̓ οὗ δημότης Φαληρεύς.

ΦΑΝΙΑΣ

ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις.

ΦΑΝΟΣΤΡΑΤΗ

Δημοσθένης κατ̓ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.

ΦΑΡΜΑΚΟΣ

Λυσίας ἐν τῷ κατ̓ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ̓ ἐν τῷ κατ̓ Ἀριστογείτονος λέγοντοςοὗτος οὖν αὐτὸν ἐξαιρήσεται φαρμακόςΔίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα: ἀλλ̓ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν.

ΦΑΡΜΑΚΩΝΤΑ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιε Νόμων ὑποσημαίνει.

ΦΑΣΙΣ

λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ: ἔφαινε δὲ καὶ εἰ ἐλάττονος κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.

ΦΑΣΚΩΛΟΝ

πήρα τις οὕτως ἐκαλεῖτο παῤ αὐτοῖς: Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις.

ΦΑΥΛΛΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος: τούτῳ δὲ ζῶντι συνῆρχεν ἀδελφὸς Φάϋλλος.

ΦΕΛΛΕΑ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν: Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις.

ΦΗΓΑΙΕΥΣΙ

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.

ΦΗΛΩΜΑΤΑ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας: φηλοῦν γὰρ τὸ ἐξαπατᾶν.

ΦΗΓΟΥΣΙΟΝ

Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος.

ΦΘΟΗΝ

Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον.

ΦΙΛΑΜΜΩΝ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον Πύκτην.

ΦΙΛΕΨΙΟΣ

Δημοσθένης κατὰ Τιμοκράτους: Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν: κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν.

ΦΙΛΙΣΚΟΣ

Δημοσθένης. ὄνομα κύριον.

ΦΙΛΟΣΟΦΕΙΝ

ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντιφιλοσοφεῖ δὲ τοῦθ̓ ὅπως καταπράξεται τὸν γάμον.’

ΦΙΛΟΤΗΣΙΑ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου: κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις.

ΦΙΜΟΙ

Αἰσχίνης κατὰ Τιμάρχουκαὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα.’ φιμὸς δ̓ ἐστὶν καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ̓ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ.

ΦΛΥΕΑ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης τῆς τραγῳδίας ποιητής.

ΦΟΡΒΑΝΤΕΙΟΝ

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ̓ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν: ἦν δὲ Ποσειδῶνος υἱὸς Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος.

ΦΟΡΙΝΗ

Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ̓ ἀνθρωπείου δέρματος ἐλέγετο φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ.

ΦΡΑΤΕΡΕΣ

Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν: ΦΡΑΤΡΙΑΡΧΟΣ δ̓ ἐστὶν τῆς φρατρίας ἄρχων.

ΦΡΕΑΡΡΙΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

ΦΡΟΥΔΟΣ

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν.

ΦΡΥΚΤΩΡΩΝ

φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν: Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου.

ΦΡΥΝΩΝΔΑΣ

Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου.

ΦΡΥΝΩΝ

Δημοσθένης κατ̓ Αἰσχίνου. οὗτος τῶν ι πρέσβεων εἷς ἦν τῶν μετ̓ Αἰσχίνου καὶ Δημοσθένους.

ΦΥΛΑΡΧΟΣ

Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί.

ΦΥΛΗ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος: Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ̓ εἶναι τὸν τόπον Φυλὴν, τὸ Νυμφαῖον δ̓ ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ̓ ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. χ.

ΧΑΡΑΚΑ

Δημοσθένης τὸ χαράκωμα περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

ΧΑΛΚΕΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παῤ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένης Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ̓ Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα.

ΧΑΡΙΚΛΗΣ

εἷς τῶν λ: Λυσίας.

ΧΕΡΝΙΒΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνοςκαὶ χερνίβων καὶ κανῶν ἁψόμενον.’ εἴη δ̓ ἂν ἀπ̓ ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων: τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

ΧΙΛΙΟΙ ΔΙΑΚΟΣΙΟΙ

Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησινοὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων.’ οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δ̓ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ς. Λυσίας δ̓ ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες.

ΧΙΛΙΩΘΕΝΤΑ

Λυκοῦργος ἐν τῷ κατ̓ Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. δ̓ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι.

ΧΙΛΩΝ

ὄνομα κύριον: Αἰσχίνης.

ΧΛΗΔΟΣ

Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβηςἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν.’ πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών.

ΧΟΕΣ

Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παῤ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους.

ΧΟΛΑΡΓΕΥΣ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος.

ΧΟΛΛΕΙΔΑΙ

Λυσίας. δῆμος τῆς Λεοντίδος.

ΧΡΗΣΤΑΙ

δύο σημαίνει τοὔνομα τἀναντία: καὶ γὰρ τοὺς δανειστὰς, ὡς παῤ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παῤ Ἀριστοφάνει ἐν Νεφέλαις: φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ̓ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησινοἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ̓ οὐδέν.’

ΧΡΥΣΙΣ

φιάλη: Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ.

ΧΡΥΣΟΧΟΕΙΝ

Δείναρχος ἐν τῷ κατὰ Πυθέουπάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμανθανεν, ἀλλ̓ οὐ τὸ προκείμενον αὐτῷ πράττειν πάσχειν.’ κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε Πολιτείας λέγωντί δέ; δ̓ ὃς Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ̓ οὐ λόγων ἀκουσομένους;’ ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ̓ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ̓ αὐτούς. ἄπρακτοι δ̓ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντεςσὺ δὲ ᾤου χρυσοχοήσειν,’ ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν: Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ̓ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτἴ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

ΧΥΤΡΟΙ

Λυσίας ἐν τῷ κατ̓ Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτωνἐπειδὴ τοίνυν τοὺς Χύτρους Δημάρατος ἑάλω προδιδούς.’ πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: