previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΞΕΝΙΖΕΙΝ

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι, τάχα δ̓ ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν.

ΞΕΝΙΚΟΝ ΕΝ ΚΟΡΙΝΘΩΙ

Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτῳ. συνεστήσατο δ̓ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ̓ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας: χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος.

ΞΕΝΙΤΕΥΟΜΕΝΟΥΣ

ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθοφόροι: Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.

ΞΗΡΑΛΟΙΦΕΙΝ

Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κη Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιη Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν.

ΞΥΠΕΤΑΙΟΝΕΣ

Ὑπερείδης κατ̓ Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ̓ ἧς δημότης Ξυπεταίων, ὡς Διόδωρος.

ΞΥΣΤΙΣ

Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ̓ ὥσπερ ξυστίδ̓ ἠμφιεσμένον. ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: