previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1 Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς: Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ, [2] οὐδ̓ ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶ σάκκον ἐνδύσησθε καὶ σποδὸν ὑποστρώσητε, οὐδ̓ οὕτως καλέσετε νηστείαν δεκτήν. [3] πρὸς ἡμᾶς 2 δὲ λέγει: Ἰδοὺ αὕτη νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος: λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶσιν τὸν ἄρτον σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περίβαλε: ἀστέγους εἴσαγε εἰς τὸν οἶκον σου, καὶ ἐὰν ἴδῃς ταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου. [4] τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά 3 σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου δικαιοσύνη, καὶ δόξα τοῦ θεοῦ περιστελεῖ σε. [5] τότε βοήσεις, καὶ θεὸς ἐπακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ: Ἰδοὺ πάρειμι: ἐὰν ἀφέλῃς [p. 348] ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐλεήσῃς. [6] εἰς τοῦτο οὖν, ἀδελφοί, μακρόθυμος προβλέψας, ὡς ἐν ἀκεραιοσύνῃ πιστεύσει λαός, ὃν ἡτοίμασεν ἐν τῷ ἠγαπημένῳ αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶ πάντων, ἵνα μὴ προσρησσώμεθα ὡς ἐπήλυτοι 4 τῷ ἐκείνων νόμῳ.

1 Is. 58. 4. 5

2 Is. 59, 6-10

3 i(ma/tia S CL, i(a/mata S Corr. (healings) (LXX). This correction, shich Lightfoot accepts, is no donbt shat Barnabas meant, but the MSS. evidence suggests that it is not shat he srote.

4 e)ph/lutoi S, prosh/lutoi C, proselytae L; the use of the sords in Philo suggests that they both mean proselytes, so that the ovidence of L is ambiguous.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: