previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν: γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται: ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀνάστασις. [p. 408] διὰ τοῦτο ἀνταπόδομα. [2] ἐρωτῶ τοὺς ὑπερέχοντας, εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετε συμβουλίαν: ἔχετε μεθ̓ ἑαυτῶν εἰς οὓς ἐργάσησθε τὸ καλόν: μὴ ἐλλείπητε, [3] ἐγγὺς ἡμέρα ἐν 1 συναπολεῖται πάντα τῷ πονηρῷ: ἐγγὺς κύριος καὶ μισθὸς αὐτοῦ. [4] ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς: ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετε σύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν. [5] δὲ θεός, τοῦ παντὸς κόσμου κυριεύων, δῴη ὑμῖν σοφίαν, σύνεσιν. ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. [6] γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ κύριος ἀφ̓ ὑμῶν, καὶ ποιεῖτε ἵνα εὑρεθῆτε ἐν ἡμέρᾳ κρίσεως. [7] εἰ δὲ τίς ἐστιν ἀγαθοῦ μνεία, μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἐπιθυμία καὶ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ. ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος. [8] ἕως ἔτι τὸ καλὸν σκεῦός ἐστιν μεθ̓ ὑμῶν, μὴ ἐλλείπητε μηδενὶ ἑαυτῶν, 2 ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶ ἀναπληροῦτε πᾶσαν ἐντολήν: ἔστιν γὰρ ἄξια. [9] διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ̓ ὧν ἠδυνήθην. εἰς τὸ εὐφρᾶναι ὑμᾶς. σώζεσθε, ἀγάπης τέκνα καὶ εἰρήνης. κύριος τῆς δόξης καὶ πάσης χάριτος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἐπιστολὴ Βαρνάβα

1 Is. 40, 10

2 au)tw=n GL, e(autw=n NC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: