previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου γέγραπται ἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει 1 Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον: Καὶ ἁγιάσατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. [2] καὶ ἐν ἑτέρῳ λέγει: Ἐὰν [p. 394] 2 φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ̓ αὐτούς. [3] τὸ σάββατον λέγει 3 ἐν ἀρχῇ τῆς κτίσεως: Καὶ ἐποίησεν θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν 4 αὐτῇ καὶ ἡγίασεν αὐτήν. [4] προσέχετε, τέκνα, τί λέγει τὸ συνετέλεσεν ἐν ἓξ ἡμέραις. τοῦτο λέγει, ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα: γὰρ ἡμέρα παῤ αὐτῷ σημαίνει 5 χίλια ἔτη. αὐτὸς δέ μοι μαρτυρεῖ λέγων: Ἰδού, ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη. οὐκοῦν, τέκνα, ἐν ἓξ ἡμέραις, ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν συντελεσθήσεται 6 τὰ σύμπαντα. [5] Καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. τοῦτο λέγει: ὅταν ἐλθὼν υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς 7 καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. [6] πέρας γέ τοι λέγει: Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. εἰ οὖν ἣν θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα. [7] ἴδε ὅτι ἄρα τότε καλῶς καταπαυόμενοι ἁγιάσομεν αὐτήν, ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου: τότε δυνησόμεθα αὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον. 8 [8] πέρας γέ τοι λέγει αὐτοῖς: Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι. ὁρᾶτε, πῶς λέγει; οὐ τὰ νῦν σάββατα ἐμοὶ δεκτά, ἀλλὰ πεποίηκα, ἐν καταπαύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης [p. 396] ποιήσω, ἐστιν ἄλλου κόσμου ἀρχήν. [9] διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην, ἐν καὶ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς.

1 Exod 20, 8; Deunt. 5, 12, cf. Ps. 23, 4

2 Jer 17. 24. 25, cf. RL 91, 13-17

3 Gen. 2. 5

4 Gell. 2, 2

5 Ps. 90, 40; II Pet. 3, 8

6 Gen 2, 2

7 EI. 30, 8

8 Is 1, 13

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: