This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ
1 προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ, τὸν Μανασσῆ
θέλων ἵνα εὐλογηθῇ, ὅτι πρεσβύτερος ἦν: ὁ γὰρ
Ἰωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦ
πατρὸς Ἰακώβ. εἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι
2 τοῦ λαοῦ τοῦ μεταξύ: καὶ τί λέγει; Καὶ
ἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ καὶ
ἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ,
τοῦ δευτέρου καὶ νεωτέρου, καὶ εὐλόγησεν αὐτόν.
καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἰακώβ: Μετάθες σου τὴν
δεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ὅτι πρωτότοκός
μου υἱός ἐστιν. καὶ εἶπεν Ἰακὼβ πρὸς
Ἰωσήφ: Οἰδα, τέκνον, οἶδα: ἀλλ̓ ὁ μείζων δουλεύσει
τῷ ἐλάσσονι, καὶ οὗτος δὲ εὐλογηθήσεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.