Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Οὐδὲ φάγῃ τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερον
οὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα: οὐ μή, φησίν,
κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις,
οἵτινες οὐκ οἴδασιν διὰ κόπου καὶ ἱδρῶτος πορίζειν
ἑαυτοῖς τὴν τροφήν, ἀλλὰ ἁρπάζουσιν τὰ
ἀλλότρια ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐν
ἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται,
τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν, ὡς καὶ τὰ
ὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ προίζει τὴν τροφήν,
ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ, πῶς ἀλλοτρίας
σάρκας καταφάγῃ, ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν.
1
1 Lev. 11, 10
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.