previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε παλλενε

Λέγεται καὶ Σίθωνα τὸν Ὀδομάντων βασιλέα γεννῆσαι θυγατέρα Παλλήνην καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι τὸ κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ̓ αὐτῆς τῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατῳκημένων: τὸν δὲ Σίθωνα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν [p. 9] κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι, τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει. [2] Μετὰ δὲ ὡς αὐτόν τε πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. [3] Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, Παλλήνη ῾ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτοὐ πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ̓ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος: [4] αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηίων τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ ὡς ἐς μάχην ἐξῄεσαν καὶ ἤλαυνεν Δρύας ἐπὶ τὸν Κλεῖτον, οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων: καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν Κλεῖτος ἀναιρεῖ. [5] Αἰσθόμενος δὲ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα οἷος ἦν ἐπικατασφάζειν καὶ τὴν Παλλήνην: φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: