δε ξορψτηο
[p. 32] Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη, καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο: ἦν δὲ τὴν ἰδέαν κράτιστος: φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν. [2] Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γενέσθαι, λέγων ἐν τούτοις:
ἠρία τ̓ εἰν Ἀίδαο κατοιχομένου Κορύθοιο,
ὅντε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς1᾿ ὑμεναίοις
Τυνδαρίς, αἴν̓ ἀχέουσα, κακὸν γόνον ἤρατο βούτεω.