previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε απριατε

Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην: ὡς δὲ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν [p. 28] πατρῴων χωρίων, πλησίον τῆς θαλάσσης ἔκειτο, [2] λοχήσας εἷλεν. Ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν: ἐτύγχανεν δὲ ἀγχιβαθὴς οὖσα. Καὶ μὲν ἄρα οὕτως ἀπολώλει: τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. [3] Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν: ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθόν, συνίσταται αὐτῷ. [4] Ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει: ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν ὅστις τε ἦν καὶ ὁπόθεν: ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυράμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε. Τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: