Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Κἀπειδὴ συμβαλὼν τοῖς πολεμίοις
κατὰ κράτος αὐτοὺς εἷλεν, ἐπὶ πολὺν οἶνον ἐτράπετο
[p. 27]
καὶ συνουσίαν: ἐκκαόμενος δὲ ὑπὸ μέθης καὶ πόθου
τοῦ παιδὸς ἀφίππευσεν εἰς τὰς Συρακούσας, καὶ
παραγενόμενος ἐπὶ τὴν οἰκίαν, ἔνθα τῷ παιδὶ παρεκελεύσατο
μένειν, ὃς μὲν ἦν οὐκ ἐδήλου, θετταλίζων
δὲ τῇ φωνῇ τὸν Ἱππαρῖνον ἔφησεν ἀπεκτονηκέναι:
ὁ δὲ παῖς διαγανακτήσας, σκότους ὄντος παίει
καιρίαν τὸν Ἱππαρῖνον: ὁ δὲ τρεῖς ἡμέρας ἐπιβιοὺς
καὶ τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας ἐτελεύτησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.