Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν
ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ
φονικώτατον γενέσθαι δἰ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ
κομιδῇ νέου πολλῷ πόθῳ κατείχετο, καὶ τέως
μὲν ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ
παιδί: προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον
ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως
ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ
γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν
μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.