previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε λαοδιξε

Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ̓ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους [p. 21] καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι: καὶ μέχρι μέν τινος ὑπ̓ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ ῾Φιλοβίη αὐτῇ ὄνομἀ παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ. [2] Κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει ῾καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίοὐ, ἦλθε δὲ καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα. [3] Ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. Καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος ὃν ὑπ̓ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ̓ οἴκου: καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θράκης ὄφις ἀνεῖλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: