previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε δαπηνε

Περὶ δὲ τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης: αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ κατῄει, οὐδ̓ ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις: παρασκευασαμένη δὲ κύνας ἐθήρευεν ἔστιν ὅτε καὶ ἐν τῇ Λακωνικῇ καὶ ἐπιφοιτῶσα εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου ὄρη: δἰ ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέμιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει. [2] Ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος, Οἰνομάου παῖς, εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειρᾶσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείας ἀμπεχόνας καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῇ. [3] Ἔτυχε δέ πως αὐτῇ κατὰ νοῦν γενόμενος, οὐ μεθίει τε αὐτὸν ἀμφιπολεύουσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος, καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι. [4] Ἔνθα δὴ ὡς ἀφικόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λεύκιππον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν: μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς. [5] Καὶ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ̓ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένως ἔφευγεν: ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθὲν ἀπ̓ ἐκείνης δάφνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: