previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. Ἔφασαν δέ τινες οὐ πέρδικα, σκεῦος δὲ χρυσοῦν εἰς τὸ φρέαρ βεβλῆσθαι, ὡς καὶ Ἀλέξανδρος Αἰτωλὸς μέμνηται ἐν τοῖσδε ἐν Ἀπόλλωνι:

παῖς Ἱπποκλῆος Φοβίος Νειληιάδαο
ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων:
τῷ δ̓ ἄλοχος μνηστὴ δόμον ἵξεται, ἧς ἔτι νύμφης
ἠλάκατ̓ ἐν θαλάμοις καλὸν ἑλισσομένης
Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς,
ὅρκἰ ὁμηρείης πίστ̓ ἐπιβωσάμενος, [p. 19]
πρωθήβης, ἔαρος θαλερώτερος ῾οὐδὲ Μελίσσῳ
Πειρήνης τοιόνδ̓ ἀλφεσίβοιον ὕδωρ
θηλήσει μέγαν υἱόν, ἀφ̓ οὗ μέγα χάρμα Κορίνθῳ
ἔσται καὶ βριαροῖς ἄλγεα Βακχιάδαις᾿,
Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ἔπι νύμφη
μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων:
καί καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι
πείσει: δὲ Ζῆνα Ξείνιον αἰδόμενος
σπονδάς τ̓ ἐν Φοβίου καὶ ἅλα ξυνεῶνα θαλείης
κρήναις καὶ ποταμοῖς νίψετ̓ ἀεικὲς ἔπος:
δ̓ ὅταν ἀρνῆται μελεὸν γάμον ἀγλαὸς Ἀνθεύς,
δὴ τότε οἱ τεύξει μητιόεντα δόλον,
μύθοις ἐξαπαφοῦσα: λόγος δέ οἱ ἔσσεται οὗτος:
γαυλός μοι χρύσεος: φρείατος ἐκ μυχάτου
νῦν γ̓ ἀνελκόμενος διὰ μὲν κακὸν ἤρικεν οὖσον,
αὐτὸς δ̓ ἐς Νύμφας ᾤχετ̓ ἐφυδριάδας:
πρὸς σὲ θεῶν, ἀλλ̓ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω
ῥηιδίην οἶμον τοῦδ̓ ἔμεναι στομίου,
ἰθύσας ἀνέλοιο, τότ̓ ἂν μέγα φίλτατος εἴης.’
ὧδε μὲν Φοβίου Νειλιάδαο δάμαρ
φθέγξεθ̓: δ̓ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα
μητρὸς ἑῆς ἔργον θήσεται Ἑλλαμενῆς:
αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος
φρείατος: δ̓ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ
ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει:
καὶ τόθ̓ μὲν ξείνων πολλὸν ἀποτμότατος
ἠρίον ὀγκώσει τὸ μεμορμένον, δ̓ ὑπὸ δειρὴν
ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.
[p. 20]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: